Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[86]
τῇ δ᾽ ὑστεραίᾳ
τῷ μὲν Ἀγαμέμνονι χαρίζεταί τινα ἀριστείαν ἀνόνητον καὶ τῷ
Διομήδει καὶ τῷ Ὀδυσσεῖ καὶ Εὐρυπύλῳ, καὶ τὸν Αἴαντά φησι
μάχεσθαι προθύμως, εὐθὺς δὲ τοὺς Τρῶας ἐπικρατῆσαι καὶ τὸν
Ἕκτορα ἐλαύνειν ἐπὶ τὸ τεῖχος τῶν Ἀχαιῶν καὶ τὰς ναῦς. καὶ
ταῦτα μὲν λέγων δῆλός ἐστιν ὅτι ἀληθῆ λέγει καὶ τὰ γενόμενα ὑπ᾽
αὐτῶν τῶν πραγμάτων προαγόμενος: ὅταν δὲ αὔξῃ τοὺς Ἀχαιούς,
πολλῆς ἀπορίας μεστός ἐστι καὶ πᾶσι φανερὸς ὅτι ψεύδεται: τὸν
μὲν Αἴαντα δὶς κρατῆσαι τοῦ Ἕκτορος μάτην, ὁτὲ μὲν τῇ μονομαχίᾳ,
πάλιν δὲ τῷ λίθῳ, τὸν δὲ Διομήδην τοῦ Αἰνείου, μηδὲ
τούτου μηδὲν πράξαντος, ἀλλὰ τοὺς ἵππους μόνον λαβόντος, ὅπερ
ἦν ἀνεξέλεγκτον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.