οὔκουν, εἶπεν, οὐδὲ τοῦτο ἀληθὲς λέγουσι. πῶς γὰρ ἐν ὀλίγῳ χρόνῳ οὕτω πόλις ἁλοῦσα καὶ ἐρημωθεῖσα τοσαύτην ἐπίδοσιν ἔσχενὡς μεγίστην γενέσθαι τῶν κατὰ τὴν Ἀσίαν; πῶς δὲ ὁ μὲν Ἡρακλῆς σὺν ἓξ ναυσὶν εἷλεν ἐκ πολλοῦ ἀπόρθητον οὖσαν, οἱ δὲ Ἀχαιοὶ μετὰ νεῶν χιλίων καὶ διακοσίων ἐλθόντες οὐκ ἐδύναντο ἑλεῖν; ἢ πῶς τὸν Πρίαμον εἴασε βασιλεύειν ὁ Ἡρακλῆς, ἀποκτείνας αὐτοῦ τὸν πατέρα, ὡς πάντων ἐχθρότατον, ἀλλ᾽ οὐκ ἄλλον τινὰ ἀπέδειξεν
ὅς ποτε δεῦρ᾽ ἐλθὼν ἕνεχ᾽ ἵππων Λαομέδοντος
ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ᾽ ἀγυιάς.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[57]
καὶ ἐγὼ ἀνεμνήσθην
τῶν ἐπῶν, ἐν οἷς ταῦτά φησιν:
[p. 130]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.