Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[117]
ἐγὼ δ᾽ εἰ μέν
τις ἢ τοῖς Ἀθηναίοις ἐπιτιμῶν λέγει ταῦτα, καὶ δεικνὺς οὐκ ὄντας
ἀξίους τοὺς ἐνοικοῦντας τῆς πόλεως οὐδὲ τῆς δόξης, ἣν οἱ
πρότερον γενόμενοι κατέλιπον, ἢ καθόλου τὴν Ἑλλάδα ἐλεῶν εἰς
ὃ πέπτωκεν, ὅταν τοιαῦτα πράττωσιν οἱ χρόνον τινὰ δόξαντες αὐτῆς
προεστάναι, καλῶς αὐτὸν ἡγοῦμαι λέγειν: εἰ δ᾽ ὅτι προσήκει
μηδ᾽ ὑμᾶς μηδὲν μέγα φρονεῖν μηδ᾽ ἐκείνων κρεῖττον, οὐκ ἔχω τὴν
ὑπερβολὴν τῆς ἀναισθησίας εἰπεῖν τοῦ ταῦτα λέγοντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.