previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] δὲ εἶχον ἀποκρύψασθαι γνώμην οὐκ ἐδυνάμην. καὶ οὐκ ἔστι δέος μήποτε ἐγὼ δόξω κολακεύειν ὑμᾶς, οὐ κολακεύσας τὸν ἐχθρὸν τύραννον οὐδὲ ῥῆμα ἀγεννὲς οὐδὲ ἀνελεύθερον εἰπών, ὅτε πολλοῖς ἀγαπητὸν ἦν ζῆν ὁτιοῦν πράττουσι καὶ λέγουσιν. ἀλλά μοι δοκεῖ μέγα καὶ θεῖον εἶναι τὸ γιγνόμενον παῤ ὑμῖν. ἰδίᾳ μὲν γὰρ ὁποῖοί ποτέ ἐστε, οὐ σφόδρα ἀκριβῶς ἐπίσταμαι: νομίζω δὲ βελτίους τῶν πολλῶν. κοινῇ δέ, ὅταν συνέλθητε δεῦρο πάλιν εἰς τὴν ἐκκλησίαν, οὐδὲν πώποτε οὔτε ταπεινὸν οὔτε ἀνελεύθερον οἶδα εἰπόντας φρονήσαντας ὑμᾶς, οὐ παράκλησιν ἰσχύουσαν παῤ ὑμῖν, οὐχ ὑπόσχεσιν, οὐκ ἀπειλήν, εἴ τις ἄρα τοιοῦτός ἐστιν, ὥστ̓ ἰσχύειν ἀπειλῶν. διὰ τί δὲ μὴ φῶ τὰ δοκοῦντα ἐμαυτῷ, καθάπερ δέον τὸν φιλόσοφον τὰ πονηρὰ μόνον ἐξελέγχειν, τὰ δὲ βελτίω παρακαλύπτεσθαι, τὴν ἀλήθειαν οὐκ ἐπὶ μόνοις τοῖς κακοῖς οὖσαν ὠφέλιμον, ἀλλ̓ οὐ καὶ ἐπὶ τοῖς ἀγαθοῖς οὐδὲν ἧττον, ὅτι εὔφημος;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: