Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[81]
καὶ μὴν τά
γε εἰς τοὺς ἥρωας ἀσεβήματα οὐδ᾽ ἂν ἀμφισβητήσειεν οὐδεὶς ὡς
οὐχὶ τὴν αὐτὴν ἔχει τάξιν ἣν τὰ περὶ τοὺς θεούς. τί οὖν; οὐκ
ἀδίκημά ἐστι τὸ τὴν μνήμην ἀναιρεῖν; τὸ τὴν τιμὴν ἀφαιρεῖσθαι;
τὸ ἐκκόπτειν τὸ ὄνομα; δεινόν γε καὶ σχέτλιον, ὦ Ζεῦ. ἀλλ᾽ ἐὰν
μὲν στέφανόν τις ἀφέλῃ τὸν μίαν ἴσως ἢ δευτέραν μενοῦντα ἡμέραν,
ἢ κηλῖδά τινα τῷ χαλκῷ προσβάλῃ, τοῦτον ἡγήσεσθε ἀσεβεῖν:
τὸν δὲ ὅλως ἀφανίζοντα καὶ μετατιθέντα καὶ καταλύοντα τὴν δόξαν
οὐδὲν ποιεῖν ἄτοπον;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.