Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[165]
καθάπερ οἶμαι
καὶ τῶν πλεόντων ἰδεῖν ἔστι χειμῶνος μὲν ἐπιπεσόντος ἢ σφοδροῦ
τοῦ πνεύματος μηδὲ τοὺς ἀσελγεστάτους αὐτῶν αἰσχρόν τι ποιοῦντας,ἀλλὰ πρὸς μόνῳ τῷ πλεῖν ὄντας, ἐν δὲ τῇ γαλήνῃ καὶ τῶν
ναυτῶν καὶ τῶν ἐπιβατῶν ἐπιπολάζουσαν τὴν ὕβριν, κἂν μὴ ὦσιν
ἀκόλαστοι: τὸν αὐτὸν οἶμαι τρόπον ὁ μὲν πόλεμος εἴωθε καὶ τοὺς
φαυλοτέρους ἐγείρειν καὶ κρατεῖν, ἐν τοσαύτῃ δὲ εἰρήνῃ καὶ ῥᾳθυμίᾳ
τῶν ἀρίστων ἀνδρῶν εἰς μηδεμίαν αἰσχύνην μηδὲ ἀταξίαν ὑπενεχθῆναι.[p. 267]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.