Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[134]
κατῆλθον μετὰ Δωριέων. Ὀδυσσεὺς δὲ ἐβράδυνεν ἑκών, τὰ
μὲν αἰσχυνόμενος, τὰ δ᾽ ὑποπτεύων τὰ πράγματα. καὶ διὰ τοῦτο
ἐπὶ μνηστείαν ἐτράπησαν τῆς Πηνελόπης καὶ τῶν κτημάτων ἁρπαγὴν
ἡ τῶν Κεφαλλήνων νεότης. καὶ οὐδεὶς ἐβοήθει τῶν φίλων
τῶν Ὀδυσσέως οὐδὲ Νέστωρ οὕτως ἐγγύθεν. ἅπαντες γὰρ ἦσαν
ταπεινοὶ καὶ φαύλως ἔπραττον οἱ τῆς στρατείας μετασχόντες. τοὐναντίον
δὲ ἐχρῆν δεινοὺς ἅπασι φαίνεσθαι τοὺς νενικηκότας καὶ
μηδένα αὐτοῖς ἐπιχειρεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.