Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[150]
εἶτα Ῥωμαῖοι μὲν καὶ Νέρων οὕτω τὰ παρ᾽
ὑμῖν ἐτήρησαν καὶ σεμνὰ ἔκριναν: ὑμεῖς δὲ οὐ φυλάξετε; καὶ Νέρωνμὲν ὁ τῶν βασιλέων σφοδρότατος καὶ πλεῖστον αὑτῷ διδοὺς
καὶ πρὸς ἅπασαν ἐξουσίαν πάντ᾽ ἐλάττω νενομικὼς οὐδενὸς ἀφείλετο
τὴν εἰκόνα τῶν παρὰ μόνοις Ῥοδίοις τιμηθέντων: αὐτοὶ δ᾽
ὑμεῖς ἀφαιρεῖσθε; καὶ πόσῳ κρεῖττον ἦν κἀνθάδε ταὐτὸ γεγονέναι;
παρὰ μὲν γὰρ τοῖς ἄλλοις μένει τὰ τῶν τιμηθέντων ὀνόματα
καὶ τὰς ἐπιγραφὰς οὐδεὶς ἂν ἀπαλείψειεν: ὑμεῖς δ᾽ ὥσπερ
κακόν τι πεπονθότες ὑπ᾽ αὐτῶν ἐκχαράττετε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.