previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] ἀνδρὶ πρεπούσης τε ἅμα καὶ ἀρκούσης. τοῦτο μὲν δὴ πρῶτον ἴσθι, ὅτι οὐ δεῖ σοι πόνου καὶ ταλαιπωρίαςτῷ μὲν γὰρ ἐπὶ πολὺ ἀσκήσαντι ταῦτα ἐπὶ πλεῖστον προάγει, τῷ δὲ ἐπ̓ ὀλίγον χρησαμένῳ συλλήψει τὴν ψυχὴν καὶ ὀκνηρὰν ποιεῖ προσφέρεσθαι, καθάπερ τοὺς ἀσυνήθεις περὶ σώματος ἄσκησιν εἴ τις κοπώσειε βαρυτέροις γυμνασίοις, ἀσθενεστέρους ἐποίησενἀλλὰ ὥσπερ τοῖς ἀήθεσι τοῦ πονεῖν σώμασιν ἀλείψεως δεῖ μᾶλλον καὶ κινήσεως συμμέτρου γυμνασίας, οὕτω σοὶ περὶ τοὺς λόγους ἐπιμελείας ἐστὶ χρεία μᾶλλον ἡδονῇ μεμιγμένης ἀσκήσεως καὶ πόνου. τῶν μὲν δὴ ποιητῶν συμβουλεύσαιμ̓ ἄν σοι Μενάνδρῳ τε τῶν κωμικῶν μὴ παρέργως ἐντυγχάνειν καὶ Εὐριπίδῃ τῶν τραγικῶν, καὶ τούτοις μὴ οὕτως, αὐτὸν ἀναγιγνώσκοντα, ἀλλὰ δἰ ἑτέρων ἐπισταμένων μάλιστα μὲν καὶ ἡδέως, εἰ δ̓ οὖν, ἀλύπως ὑποκρίνασθαι: πλείων γὰρ αἴσθησις ἀπαλλαγέντι τῆς περὶ τὸ ἀναγιγνώσκειν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: