Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
τίς γὰρ οὐκ ἂν
οὕτως ἀγασθείη τῆς σοφίας τὴν πόλιν; ἀλλ᾽ οἶμαι πολλὰ
τῶν ἐν τῷ βίῳ γιγνομένων καὶ μετὰ πόνου πλείονος καὶ δαπάνης
οὐ σμικρᾶς ἔστι προῖκα καὶ πάνυ ῥᾳδίως ποιεῖν, εἴ τις ἀμελεῖ τοῦ
[p. 222]
προσήκοντος καὶ τοῦ πράττειν ἀληθῶς. οἷον εὐθὺς τὰς θυσίας,
ἃς ἑκάστοτε τελοῦμεν τοῖς θεοῖς, ἔστι μὴ θύσαντας φάσκειν τεθυκέναι,
μόνον, ἂν δοκῇ, στεφανωσαμένους καὶ τῷ βωμῷ προσελθόντας
καὶ τῶν οὐλῶν θιγγάνοντας καὶ τἄλλα ποιοῦντας ὡς ἐφ᾽
ἱερουργίας. τί δ᾽; οὐχὶ ταὐτὸ ἱερεῖον ἅπασιν ἐν κύκλῳ τοῖς ἀγάλμασιπροσάγοντας, τῷ τοῦ Διός, τῷ τοῦ Ἡλίου, τῷ τῆς Ἀθηνᾶς,
καὶ πανταχῇ κατασπείσαντας πᾶσιν οἴεσθαι τεθυκέναι τοῖς
θεοῖς οὐ ῥᾴδιον; τίς δ᾽ ὁ κωλύσων;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.