Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
τὸ δὲ αὐτὸ τοῦτο κἂν Θηβαίους οἶμαι
παθεῖν, εἴ τις τὰ παρ᾽ αὐτοῖς ἀτυχήματα ψευδῆ ἀποφαίνοι, καὶ
οὔτε τὸν πατέρα Οἰδίπουν ἀποκτείναντα οὔτε τῇ μητρὶ συγγενόμενον
οὔθ᾽ ἑαυτὸν τυφλώσαντα οὔτε τοὺς παῖδας αὐτοῦ πρὸ τοῦ
τείχους ἀποθανόντας ὑπ᾽ ἀλλήλων, οὔθ᾽ ὡς ἡ Σφὶγξ ἀφικομένη
κατεσθίοι τὰ τέκνα αὐτῶν, ἀλλὰ τοὐναντίον ἥδονται ἀκούοντες καὶ
τὴν Σφίγγα ἐπιπεμφθεῖσαν αὐτοῖς διὰ χόλον Ἥρας καὶ τὸν Λάιον
ὑπὸ τοῦ υἱέος ἀναιρεθέντα καὶ τὸν Οἰδίπουν ταῦτα ποιήσαντα
καὶ παθόντα τυφλὸν ἀλᾶσθαι,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.