Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[127]
τὸν δὲ ποιητὴν προθέμενον εἰπεῖν
τὸν Τρωικὸν πόλεμον τὰ κάλλιστα καὶ μέγιστα τῶν γεγονότων
ἐᾶσαι καὶ μηδὲ τὴν ἅλωσιν τῆς πόλεως διελθεῖν. ταῦτα γάρ ἐστιν
ἐν τοῖς πεποιημένοις καὶ λεγομένοις. ὁ μὲν Ἀχιλλεύς, προηττημένων
τῶν Ἀχαιῶν οὐκ εἰς ἅπαξ οὐδὲ τῶν ἄλλων μόνον, ἀλλὰ
[p. 148]
καὶ τῆς ἑαυτοῦ στρατιᾶς, μόνος περιγενόμενος καὶ τοσοῦτον τὰ
πράγματα μεταβαλών, αὐτὸς δὲ Ἕκτορα μὲν ἀποκτείνας, ὑπὸ δὲ
Ἀλεξάνδρου ἀποθνῄσκων, ὃς ἦν ὕστατος τῶν Τρώων, ὡς αὐτοὶ
λέγουσι, Πατρόκλου δὲ ἀποθανόντος, σκυλευόμενος ὁ Ἀχιλλεὺς καὶ
τὰ ἐκείνου ληφθέντα ὅπλα, ὁ δὲ Πάτροκλος οὐ ταφείς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.