Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[70]
μόνου τούτου σχεδὸν ἁπάντων οὐδέποτε καιρὸς γέγονε. καὶ μὴν
δύο ταῦτα ὁμοίως τῆς μεγίστης φυλακῆς ἐν τοῖς νόμοις ἠξίωται
καὶ ἀρᾶς καὶ ἐπιτιμίων τῶν ἐσχάτων, ἐάν τις εἰσάγῃ χρεῶν ἀποκοπὰς
ἢ ὡς τὴν γῆν ἀναδάσασθαι προσήκει. τούτων τοίνυν τὸ μὲν
παρ᾽ ὑμῖν οὐ γέγονε: τὸ δὲ λοιπόν, ὃ μηδ᾽ ὅλως ἴσμεν εἴ ποτεσυνέβη, σκέψασθε παραθέντες τῷ νῦν ἐξεταζομένῳ πράγματι. τῆς
μέν γε χώρας ἄνωθεν διαιρουμένης τοῦτο ἂν εἴη δεινότατον, τὸ ἐξ
ἴσου γίγνεσθαι τὸν ἔχοντα πρότερον τῷ μὴ κεκτημένῳ: τῆς δὲ εἰκόνος
ἑτέρῳ δοθείσης οὐδαμῶς ἴσος ἐστὶν ὁ ἀφαιρεθεὶς τῷ λαβόντι.
ὁ μὲν γὰρ τέτευχεν, εἴπερ ἄρα, τῆς τιμῆς, τῷ δὲ οὐθὲν περίεστι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.