Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[129]
ἀλλ᾽ ἑάλω γραφῆς. φέρε τοίνυν συμβάλετε τοῦτο τὸ ἔθος ἐκείνῳ
τῷ νόμῳ, κἂν μὲν ὑμῖν κατά τι βέλτιον φαίνηται, φυλάξατε
αὐτὸ καὶ ποιήσατε ἰσχυρότερον πρὸς τὸ λοιπόν: ὅπερ ἐξ ἀνάγκης
γένοιτ᾽ ἄν, εἰ μὴ λυθήσεται νῦν: ἐὰν δὲ πανταχῇ σκοπούμενοι
χεῖρον εὑρίσκητε, μιμήσασθε τοὺς κατ᾽ ἐκεῖνον τὸν χρόνον Ἀθηναίους
καὶ τὸ μᾶλλον ἄτοπον τοῦ τότε λυθέντος ὑπ᾽ ἐκείνων καὶ
ὑμεῖς νῦν λύσατε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.