previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[21] αὑτῷ ταύτην γενέσθαι τὴν γυναῖκα. ἄλλως μὲν οὖν οὐ πάνυ τι ἡγεῖτο δυνατόν, εἰ δὲ θεός τις ὑπόσχοιτο καὶ δοίη, τάχ̓ ἂν γενέσθαι τὸ τοιοῦτον. καὶ τίνα δὴ θεὸν ἄλλην εἰκὸς τὰς τοιαύτας χαρίζεσθαι χάριτας τὴν κρατοῦσάν τε καὶ ἄρχουσαν τῶν περὶ τοὺς γάμους τε καὶ ἔρωτας; οὔκουν ἐκείνης διδούσης ἀδύνατον ἡγεῖτο τὸν γάμον. πῶς ἂν οὖν ἐκείνην πείσαι χαρίσασθαι εἰ τρόπον τινὰ γίγνοιτο αὐτὸς προσφιλὴς τῇ θεῷ καὶ δωρεάν τινα καὶ χάριν δεδωκώς; ἀλλ̓ οὔτε χρημάτων αὐτὴν τυγχάνειν δεομένην, ἅτε χρυσῆν οὖσαν καὶ πάντα χρήματα ἁπλῶς κεκτημένην, οὔτε θυσιῶν: πάντας γὰρ αὐτῇ πανταχοῦ θύειν: οὔτε ἄλλῃ τινὶ ὁμιλίᾳ καὶ δεήσει ῥᾳδίως ὑπακοῦσαι ἄν: ἀλλ̓ εἰ οὗ μάλιστα ἐπιθυμεῖ [p. 265] καὶ πάντων τιμιώτατον νενόμικε, τοῦτο προσθείη τις αὐτῇ καὶ μαρτυρήσειεν, ὥς ἐστι καλλίστη, τάχ̓ ἂν ἀγαπῆσαι αὐτήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: