Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[137]
τοὺς ἔχοντας ἀποστερεῖσθαι γίγνεται. τῷ παντὶ δὲ τοῦτο τοῖς
πάσχουσι βαρύτερον. εἰ τοίνυν ἐφ᾽ ὧν μάλιστα ἀναγκαῖόν ἐστιν,
ἐπὶ τούτων βούλοιτό τις ἰδεῖν, τίνας ἀδικεῖ τοῦτο τὸ ἔθος καὶτίνας ἔμελλε λυπήσειν ἐκεῖνος ὁ νόμος, ἀφελὼν τοὺς μὴ μόνον
ἔχοντας ἀτέλειαν, ἀλλὰ καὶ τῆς εἰκόνος τετυχηκότας, οὕτω σκοπείτω
τοὺς λοιποὺς ἑκατέρων. οὗτοι μὲν γὰρ τρόπον τινὰ οὐδὲ ἔπασχον
[p. 259]
οὐδέν: ὃ γὰρ εἰλήφεσαν ἐν προσθήκης μέρει, τοῦτο ἀπώλλυον, τῆς
μείζονος δωρεᾶς αὐτοῖς τηρουμένης: ἐπὶ δὲ τῶν ἄλλων ἴσος ἂν
γένοιτο ὁ λόγος. ἀλλ᾽ ἔστι μὲν δῆλον καὶ αὐτόθεν οἶμαι τὸ πρᾶγμα:
ὅσῳ γὰρ τὸ τῆς εἰκόνος μεῖζον ἢ τὸ τῆς ἀτελείας, τοσούτῳ κρείττονες
οἱ τούτου τυχόντες: ἔτι δ᾽ ἂν οὕτω γένοιτό γε ὁ λόγος φανερώτερος:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.