Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
Φημὶ δὲ μήτε τὸν πλούσιον, ἐὰν ἐκτὸς ᾖ τούτων,
αἱρεῖσθαι στρατηγὸν διὰ τὰ χρήματα, μήτε
τὸν πένητα, ἐὰν ἀγαθὸς ᾖ, παραιτεῖσθαι διὰ τὴν
ἔνδειαν: οὐ μὴν χρή γε τὸν πένητα οὐδὲ τὸν
πλούσιον, ἀλλὰ καὶ τὸν πλούσιον καὶ τὸν πένητα:
οὐδ̓ ἕτερον γὰρ οὔθ̓ αἱρετὸν οὔτ̓ ἀποδοκιμαστέον
διὰ τὴν τύχην, ἀλλ̓ ἐλεγκτέον διὰ
τὸν τρόπον.