Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
Προπεμπέτω δὲ ἱππεῖς τοὺς διερευνησομένους
τὰς ὁδούς, καὶ μάλισθ̓, ὅτ̓ ἂν ὑλώδεις καὶ περικεκλασμένας
λόφοις ἐρημίας διεξίῃ: πολλάκις γὰρ
ἐνέδραι πολεμίων ὑποκαθέζονται, καὶ λαθοῦσαι
μὲν ἔστιν ὅτε τὰ ὅλα συνέτριψαν τῶν ἐναντίων
πράγματα, μὴ λαθοῦσαι δὲ διὰ μικρᾶς φροντίδος
φρόνησιν μεγάλην ἐμαρτύρησαν τῷ πολεμίῳ
στρατηγῷ.