Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
διὰ τοῦτο
δεῖ τὸν στρατηγόν, ὧν τε βούλεται τυχεῖν καὶ ὧν
μὴ παραχωρῆσαι, λόγῳ καὶ πρεσβείαις προκαλεῖσθαι
πρῶτον, ἵν̓ ἐν τῷ μὴ συγκαταβαίνειν
τοῖς ἀξιουμένοις τοὺς ἐναντίους ἀνάγκῃ δοκῇ,
καὶ μὴ προαιρέσει τὴν δύναμιν ἐξάγειν πολεμήσουσαν,
ἐπιμαρτυράμενος τὸ θεῖον, ὡς οὔτε
καταφρονῶν ὧν συμβαίνει τοὺς πολεμοῦντας
πάσχειν, ἀνεμεσήτως ἔπεισιν, οὔτε ἐκ παντὸς
τρόπου τὰ δεινὰ δρᾶσαι προῃρημένος τοὺς πολεμίους.