Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἀμφότερα δὲ συμβαίνει στρατοπέδοις,
καὶ οὕτως καταπεπλῆχθαι πολεμίους ὥστε μηδὲν
ἐθέλειν τολμᾶν, καὶ οὕτως καταφρονεῖν ὥστε
μηδὲν φυλάττεσθαι: πρὸς ἑκάτερον δὲ δεῖ τὸν
στρατηγὸν ἡρμόσθαι καὶ εἰδέναι, πότε δεῖ τἀντίπαλα
ταπεινὰ καὶ λόγῳ καὶ σχήματι ποιεῖν,
καὶ πότ̓ αὐτὰ δεινὰ καὶ φοβερώτερα.
β. Περὶ τὸ θαρρύνειν τὸ δεδιὸς στράτευμα