Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
Οὐκ ἄχρηστον δέ ποτε καὶ ἀντιπαραταξάμενον
ὑπὸ πόδα τῷ στρατεύματι χωρεῖν, ὡς καταπεπληγμένον,
ἢ καὶ ἐπιστρέψαντα παραπλησίαν
φυγῇ ποιεῖσθαι τὴν ἐπιχώρησιν ἐν τάξει, εἶτ̓
αὖθις μεταβαλόμενον ἀντεπιέναι τοῖς ἐπιοῦσιν:
ἐνίοτε γὰρ ὑπὸ χαρᾶς οἱ πολέμιοι δόξαντες
[p. 458]
φεύγειν τοὺς ἐναντίους λύσαντες τὰς τάξεις
ἐπικέονται προπηδῶντες ἄλλων ἄλλοι, ἐφ̓ οὓς
ἀκίνδυνον ἐπιστρέψαντας μάχεσθαι καὶ αὐτῷ τῷ
παῤ ἐλπίδα τοῦ στῆναι θάρσει καταπληξαμένους
εἰς φυγὴν αὖθις τοὺς πάλαι διώκοντας τρέπεσθαι.