Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
Εἰ δὲ πρόδηλος μέν σφισιν ὁ ὄλεθρος εἴη, κἂν
μὴ παραβόλοις ἐγχειρήσωσι στρατηγίαις, πρόδηλος
δὲ καὶ ἡ τῶν πολεμίων ἡττηθέντων ἀπώλεια,
τότ̓ οὐκ ἄν μοι δόξειεν ἁμαρτάνειν ἀποφράττων
τὰς φυγὰς τῶν φιλίων: ἄμεινον γὰρ ἐν τῷ τολμᾶν
ἐπ̓ ἀδήλῳ τῷ τάχα μηδὲ πείσεσθαί τι δεινὸν
ἅμα καὶ δρᾶσαι ζητεῖν, ἢ ἐπὶ προδήλῳ τῷ μηδὲν
δρῶντας ἀπολέσθαι πάντας ἀτόλμως ἡσυχάζειν.