Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὁ μὲν γὰρ πολλὰ
γνώμῃ στρατηγήσας ἀρκεσθήσεται σεμνυνόμενος
ἐπὶ ταῖς ἀπὸ ψυχῆς εὐπραγίαις, ὅστις δ̓ οὕτως
ἀπειρόκαλός ἐστιν, ὥστ̓ ἄν, εἰ μὴ διὰ μάχης
εἰς χεῖρας ἔλθοι τοῖς πολεμίοις, οὐδὲν αὐτὸν
ἄξιον εἰργάσθαι νομίζειν, οὐκ ἀνδρεῖος, ἀλλὰ
ἄλογος καὶ τολμηρός ἐστιν.