Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ τοῦ μὴ λύειν τὰς τάξεις μήτε ἐν
ταῖς διατάξεσι μήτε ἐν ταῖς ὑποχωρήσεσι
Παραγγελλέτω δὲ καὶ τὰς ὑποχωρήσεις ἐν
τάξει ποιεῖσθαι καὶ τὰς διώξεις, ἵνα ἧττόν τε
σφαλλόμενοι βλάπτωνται μὴ κατ̓ ἄνδρα σποράδες
ἐν ταῖς φυγαῖς ὑποπίπτοντες τοῖς πολεμίοις,
πλέονά τε κατορθοῦντες βλάπτωσι κατὰ τάξεις
καὶ λόχους ἰσχυρότεροι τοῖς φεύγουσιν ἐπιφαινόμενοι,
πρὸς δὲ καὶ ἀσφαλέστεροι: πολλάκις γὰρ
ἀτάκτως ἐπιφερομένους οἱ πολέμιοι θεασάμενοι
συμφρονήσαντες αὖθις ἐκ μεταβολῆς αὐτῶν καταστάντες
εἰς τάξιν παλίντροπον ἐποιήσαντο τὴν
δίωξιν: ὅλως δὲ μηδέν σφισιν ἄμεινον εἶναι
λεγέτω τοῦ μένειν ἐν τάξει μηδ̓ ἐπισφαλέστερον τοῦ λύειν.