Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Αἱρείσθω δὲ ἤτοι συνέδρους,
οἳ μεθέξουσιν
αὐτῷ πάσης βουλῆς καὶ κοινωνήσουσι γνώμης
αὐτοῦ οἱ τούτου εἵνεκα ἀκολουθήσοντες,
ἢ ἐξ
αὐτῶν τῶν ἡγεμόνων τοὺς ἐντιμοτάτους μεταπεμπόμενος
συνεδρευέτω,
ὡς,
ἅ γέ τις ἂν ἐννοήσῃ
μὲν μόνος,
ὡς τὰ αὑτοῦ,
οὐ βεβαίως οἰκειοῦται.
[2]
γνώμη γὰρ ἡ μὲν ἀνεπικούρητος μονουμένη παπταίνει
περὶ τὴν ἰδίαν εὕρεσιν,
ἡ δὲ ὑπὸ τῶν
πέλας ἐπιμαρτυρηθεῖσα πιστοῦται τὸ μὴ σφαλερόν.
[3]
οὐ μὴν ἀλλὰ μήθ̓ οὕτως ἄστατος ἔστω τὴν διάνοιαν,
ὡς αὐτὸν αὑτῷ πάμπαν ἀπιστεῖν,
μήθ̓
οὕτως αὐθάδης,
ὡς μή τι καὶ παῤ ἄλλῳ τοῦ παῤ
αὑτῷ κρεῖττον οἴεσθαι νοηθῆναι:
ἀνάγκη γὰρ
τὸν τοιοῦτον ἢ πᾶσι προσέχοντα καὶ μηδὲν
αὑτῷ πολλὰ καὶ ἀσύμφορα πράττειν,
ἢ μηδ̓
ὀλίγ̓ ἄλλων ἀκούοντα,
πάντα δ̓ αὑτοῦ,
πολλὰ
καὶ δεινὰ διαμαρτάνειν.
[p. 390]