Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
συμβαινει δὲ καὶ τὰς
παραβοηθείας δυσχερεῖς καὶ ἀπράκτους γίνεσθαι:
τῶν γὰρ ἀπὸ τῆς οὐραγίας τοῖς εἰς τὴν πρωτοπορείαν
βουλομένων βοηθεῖν ἢ τῶν πρώτων τοῖς
κατόπιν βραδεῖα ἡ ἄφιξις καὶ οὐ κατὰ καιρὸν
γίγνεται, διὰ πολλῶν, ὧν ὑστεροῦσιν ἢ προηγοῦνται,
σταδίων ἰέναι προθυμουμένων.