previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] πρὸς οὓς ἀντεπακτέον οὐχ ὧδε: τριχῇ δὲ διελὼν τὴν ἰδίαν δύναμιν τῶν μὲν δυεῖν ἑκατέρῳ μέρει κατὰ κέρας προσβαλλέτω τοῖς πολεμίοις, τῷ δὲ ἑνί, τοῖς εἰς τὸν μέσον κόλπον τοῦ μηνοειδοῦς ἀντιπαρατεταγμένοις, ἐναντίος ἑστάτω καὶ μὴ προαγέτω: γὰρ μένοντες ἐπὶ τοῦ κυκλοειδοῦς σχήματος οἱ κατὰ μέσην τὴν φάλαγγα τεταγμένοι τῶν ἐχθρῶν ἄπρακτοι μηδὲν δρῶντες ἑστήξονται, προϊόντες εἰς τοὔμπροσθεν, εἰ βούλοιντο προάγειν φαλαγγηδὸν εἰς εὐθεῖαν ἐκ τοῦ σιγματοειδοῦς [p. 456] ἁπλούμενοι σχήματος, ἀλλήλους ἐκθλίψουσι καὶ λύσουσι τὴν τάξιντῶν γὰρ ἐπὶ κέρως ἐπὶ τῆς αὐτῆς μενόντων χώρας καὶ μαχομένων οὐχ οἷόν τε τὸ ἡμικύκλιον εἰς εὐθεῖαν ἀνελθεῖν —: ἔνθα δὴ τεταραγμένων αὐτῶν καὶ λελυκότων τὴν τάξιν τῷ τρίτῳ τάγματι καὶ ἐφέδρῳ προσβαλλέτω τοῖς ἀπὸ τοῦ μέσου κυρτώματος προάγουσιν ἀτάκτως εἰς τοὔμπροσθεν.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: