Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
Μήτε δὲ εἰς πορείαν ἐξαγέτω τὸ στράτευμα
μήτε πρὸς μάχην ταττέτω, μὴ πρότερον θυσάμενος:
ἀλλ̓ ἀκολουθούντων αὐτῷ θύται καὶ μάντεις.
ἄριστον μὲν γὰρ καὶ αὐτὸν ἐμπείρως ἐπισκέπτεσθαι
δύνασθαι τὰ ἱερά: ῥᾷστόν γε μὴν
ἐν τάχει μαθεῖν ἐστιν καὶ αὐτὸν αὑτῷ σύμβουλον
ἀγαθὸν γενέσθαι.