Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
ὁμοίως δ̓ ἐπισυναπτούσης
τῆς ἡμέρας οἱ πρῶτοι τῇ νυκτὶ προσβαλόντες
ἕωθεν πάλιν πρῶτοι προσαγόντων: εἶθ̓
ὥρας, εἰ μὲν ἓξ εἴη τάγματα, δύο κινδυνεύσαντες,
εἰ δὲ πέντε, δυσὶν ἔτι μικρὸν ἐπιθέντες, εἰ δὲ
[p. 514]
τέτταρα, τρεῖς, εἰ δὲ τρία, τέτταρας, ἀπιόντες
ἀριστοποιείσθων, ἑξῆς δ̓ οἱ μετ̓ αὐτοὺς καὶ
πάλιν οἱ μετὰ τούτους ἄχρι τῶν τελευταίων, ὥστε
κύκλον τινὰ περιάγεσθαι.