Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὅθεν οὐ μακρὰν
ἀπάγειν τοὺς ἄνδρας τῶν πόνων: ἐπειδὰν γὰρ
μετὰ χρόνον ἀναγκάζωνται πρὸς τὰ πολεμικὰ
χωρεῖν, οὔθ̓ ἡδέως ἐξίασιν οὔτ̓ ἐπὶ πολὺ
[p. 408]
μένουσιν, ἀλλ̓ ἐκδεδιῃτημένοι ταχὺ μὲν ὀρρωδοῦσι,
πρὶν ἢ καὶ πειρᾶσαι τὰ δεινά, ταχὺ δὲ
καὶ πειράσαντες ἀποχωροῦσι, οὔτ̓ ἐλπίζειν
οὔτε φέρειν τοὺς κινδύνους δυνάμενοι.