Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
Ἡ δὲ συνεσταλμένη πορεία καὶ τετράγωνος ἡ μὴ
πάνυ παραμήκης εἰς πάντα καιρὸν εὐμεταχείριστός
ἐστι καὶ ἀσφαλής. ἔστι δ̓ ὅτε καὶ
συνέβη τι τοιοῦτον ἐκ τῶν ἐκτεινομένων στρατευμάτων,
ὥστε Πανικὰ καὶ πτοίας ἀμφιδόξους
[p. 398]
ἐμπίπτειν: ἐνίοτε γὰρ οἱ πρῶτοι καταβεβηκότες
ἐξ ὀρεινῶν εἰς ψιλὰ καὶ ἐπίπεδα χωρία
θεασάμενοι τοὺς κατόπιν ἐπικαταβαίνοντας ἔδοξαν
εἶναι πολεμίων ἔφοδον, ὥστε μελλῆσαι προσβάλλειν
ὡς ἐχθροῖς, τινὰς δὲ καὶ εἰς χεῖρας ἐλθεῖν ἤδη.