Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
αἱρεθεὶς δ̓ ὁ στρατηγὸς ἔστω χρηστός, εὐπροσήγορος,
ἕτοιμος, ἀτάραχος, μὴ οὕτως ἐπιεικὴς
ὥστε καταφρονεῖσθαι, μήτε φοβερὸς ὥστε μισεῖσθαι,
ἵνα μήτε ταῖς χάρισιν ἐκλύσῃ τὸ στρατόπεδον
μήτε τοῖς φόβοις ἀλλοτριώσῃ.