Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
δεῖ τοίνυν τὰς
ὑποχωρήσεις ὑφορᾶσθαι τῶν πολεμίων καὶ μὴ
ἀπειροκάλως ἕπεσθαι καὶ περιβλέπεσθαι δὲ μᾶλλον
τοὺς τόπους ἢ τοὺς πολεμίους καὶ δἰ ὧν
ἄγει χωρίων ὁρᾶν, ἐπιλογίζεσθαι δ̓ ὅτι ταύτῃ
πάλιν ὑποστρέψαι δεῖ, καὶ ἤτοι μηδ̓ εἰσβάλλειν,
ἀλλ̓ ἀποτρέπεσθαι τῆς πορείας, ἢ εἰσβάλλοντα
προορᾶν καὶ εἰς τὰς ὑπερβολὰς καὶ τοὺς συνάπτοντας
αὐχένας τῶν ὀρῶν ἀπολείπειν τοὺς παραφυλάττοντας,
ἵν̓ ἀσφαλής σφισιν ἡ ἀνακομιδὴ
[p. 434]
γίγνηται.