Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
γενομένων δὴ καλῶν
τῶν ἱερῶν ἀρχέσθω πάσης πράξεως καὶ καλείτω
τοὺς ἡγεμόνας πάντας ἐπὶ τὴν ὄψιν τῶν ἱερῶν, ἴνα
θεασάμενοι τοῖς ὑποταττομένοις θαρρεῖν λέγοιεν
ἀπαγγέλλοντες, ὡς οἱ θεοὶ κελεύουσι μάχεσθαι:
πάνυ γὰρ ἀναθαρροῦσιν αἱ δυνάμεις, ὅτ̓ ἂν μετὰ
τῆς τῶν θεῶν γνώμης ἐξιέναι νομίζωσιν ἐπὶ
τοὺς κινδύνους: αὐτοὶ γὰρ ὀπιπεύονται κατ̓ ἰδίαν
ἕκαστος καὶ σημεῖα καὶ φωνὰς παρατηροῦσιν,
ἡ δ̓ ὑπὲρ πάντων καλλιέρησις καὶ τοὺς ἰδίᾳ
δυσθυμοῦντας ἀνέρρωσεν.