Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
Προσιέσθω δὲ καὶ πάντα τὸν βουλόμενόν τι
ἀπαγγέλλειν καὶ δοῦλον καὶ ἐλεύθερον καὶ νύκτωρ
καὶ μεθ̓ ἡμέραν καὶ ἐν πορείᾳ καὶ ἐν κατασκηνώσει
καὶ ἀναπαυόμενος καὶ ἐπὶ λουτροῦ καὶ ἐπὶ τροφῆς:
οἱ γὰρ ἀναβαλλόμενοι καὶ δυσπρόσιτοι καὶ τοῖς
ὑπηρέταις τοὺς προσιόντος ἀνακόπτειν κελεύοντες
πολλῶν καὶ μεγάλων εἰκότως διαμαρτάνουσι
πραγμάτων, ἢ καὶ τοῖς ὅλοις ῥᾳθυμοῦντες
σφάλλονται: πολλάκις γὰρ ἐν ὀξεῖ τὸ δυνάμενον
καιρῷ φθασθῆναι πάρεισίν τινες μηνύοντες.