Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
Αὐτὸς οὖν ὁ στρατηγός, ἴσως φήσει τις, ἐξ
ἀδάμαντος ἢ σιδήρου κεχάλκευται μόνος ἄγρυπνος
ἑστὼς ἐπὶ τοῖς αὐτοῖς ἔργοις; οὐ δῆτα:
ἀλλὰ παῤ ὃν ἀναπαύεται χρόνον — οὗτος δ̓
ὀλίγος ἔστω καὶ σύντομος —, ἕνα τῶν ἐν δόξῃ
πιστοτάτων καὶ ἀνδρειοτάτων ἡγεμόνα τῶν καὶ
τὰ δεύτερα τῆς στρατηγικῆς ἀρχῆς ἐχόντων
ἐπιστησάτω τοῖς ἔργοις.
ς. Πῶς τὰ δοκοῦντα τῆς πόλεως μέρη ἀνάλωτα
εἶναι πολλάκις εὐάλωτα γίγνεται