Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
εἰώθασι γὰρ ὡς τὰ πολλὰ μετ̓
εὐπραγίας οἱ στρατιῶται ῥᾳθυμότερον ἐκλύεσθαι
περὶ τὰς φυλακάς: ἡ γὰρ τῶν πέλας καταφρόνησις
ἀμελείας σφίσι γίγνεται αἰτία τῶν οἰκείων,
οὕτως τε πολλάκις τὰ εὐτυχήματα πλεῖον ἔβλαψε
τῶν δυστυχημάτων.