Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
Προάγειν δ̓ εἰ δέοι νύκτωρ ἢ μεθ̓ ἡμέραν ἐπί
τι τῶν ἀπορρήτων, ἢ φρούριον ἢ πόλιν ἢ ἄκρα
ἢ παρόδους καταληψόμενον ἤ τι τῶν ἄλλων
δράσοντα, ἃ διὰ τάχους λαθόντα τοὺς πολεμίους,
ἄλλως δ̓ οὐκ ἔστι πρᾶξαι, μηδενὶ προλεγέτω,
μήτ̓ ἐπὶ τί μήτε τί ποιήσων ἄγει τὴν στρατιάν,
εἰ μή τισι τῶν ἡγεμόνων ἀναγκαῖον εἶναι νομίζοι
προειπεῖν.