Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οἱ δὲ ἐφιλοτιμήθησαν ἀνδραγαθεῖν. ἔνθα μέντοι
χρὴ καὶ νικῶντα μὴ κατ̓ ἄνδρα μόνον ἀμοιβὰς
ἐκτίνειν, ἀλλὰ καὶ τῷ σύμπαντι στρατεύματι τῶν
κινδύνων ἐπικαρπίαν ἀποδιδόναι: τὰ γὰρ τῶν
πολεμίων ἐπιτρεπέτω τοῖς στρατιώταις διαρπάζειν,
εἰ χάρακος ἢ ἀποσκευῆς ἢ φρουρίου κυριεύσειεν,
ὁτὲ δὲ καὶ πόλεως, εἰ μή τι μέλλοι περὶ αὐτῆς
χρηστότερον βουλεύειν.