Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
χρήσιμοι
δὲ τὰ πολλὰ νύκτωρ τοῖς πολιορκοῦσιν αἱ προσβολαί:
τοῖς γὰρ ἔνδον οὐ δυναμένοις ὁρᾶν τὰ
γιγνόμενα διὰ τὸ σκότος δεινότερα δοκεῖ τὰ
πραττόμενα, καὶ τὴν πρόληψιν ἀναγκάζονται χαλεπωτέραν
ἔχειν τῶν κατὰ ἀλήθειαν ἐνεργουμένων,
ὅθεν ταραχαί τε καὶ θόρυβοι γίγνονται οὐδενὸς
δυναμένου σωφρονεῖν ἐν τοῖς τοιούτοις, ἀλλὰ καὶ
πολλὰ τῶν οὐ δρωμένων ὡς γίγνεται λεγόντων, οὔθ̓
ὅπῃ προσβαλοῦσιν εἰδέναι δυναμένων, οὔθ̓ ὁπόσοι,
οὔθ̓ ὁποίοις μέρεσι, διαδρομαὶ δὲ δεῦρο κἀκεῖσε
καὶ βοαὶ καὶ θάμβη Πανικὸν ἔχοντα τάραχον.