Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
στρατηγοῦ δ̓ ἰδίας
ἀγχινοίας ἔργον τοιόνδε ἂν εἴη, εἰ βούλοιτο
προσβάλλειν μηχανάς: καθ̓ ἓν μὲν ἀποχρήσθω
μέρος τοῖς ἔργοις αὐτοῖς—οὐδὲ γὰρ ἄλλως ἄν τις
εὐπορήσειεν ἐν κύκλῳ παντὶ τῷ τείχει περιστῆσαι
μηχανάς, εἰ μὴ πάνυ μικρὰ πόλις εἴη—,
εἰς πολλὰ δὲ τάγματα διελὼν τὸ στράτευμα κατὰ
τὰ ἄλλα τοῦ τείχους μέρη κελευέτω τὰς κλίμακας
προσφέρειν: οὕτως γὰρ εἰς ἀμηχανίαν οἱ πολιορκούμενοι
πολλὴν ἐμπίπτουσιν: