Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
Τῶν δὲ αὐτομόλων εἴ τινες ἢ καιρὸν ἀφικνοῦνται
μηνύσοντες ἢ ὥραν ἐπιθέσεως, ἢ ὁδὸν
ἐπαγγέλλονται καθηγήσασθαι καὶ διὰ σκοπῶν
ἀοράτων τοῖς πολεμίοις ἄξειν, δήσας αὐτοὺς
ἀγέτω, τοῦτο ποιῶν σφισι φανερόν, ὡς, ἐὰν μὲν
ἀληθεύσωσι καὶ ἐπὶ σωτηρίᾳ καὶ νίκῃ πάντα
ποιήσωσι τοῦ στρατεύματος, λύσει τέ σφας καὶ
δωρεὰς δώσει καταξίους, ἐὰν δ̓ ἐξαπατήσωσι
καὶ ψεύσωνται τοῖς σφετέροις ἐγχειρίσαι βουλόμενοι
τὸ στράτευμα, παῤ αὐτὸν ἐκεῖνον τὸν
καιρὸν ὄντες ἐν δεσμοῖς ὑπὸ τῶν κινδυνευόντων
κατασφαγήσονται: πίστις γὰρ αὐτομόλου τι μηνύοντος
αὕτη βεβαιοτάτη, τὸ μὴ αὐτὸν εἶναι τῆς
αὑτοῦ ψυχῆς κύριον, ἀλλὰ τοὺς ὁδηγουμένους.
[p. 422]
η. Περὶ τοῦ ὁρᾶν καὶ τὴν τῶν πολεμίων παρεμβολήν