Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Τὸ δὲ σύνταγμα θαρροῦντί μοι λοιπὸν εἰπεῖν ὡς
στρατηγῶν τε ἀγαθῶν ἄσκησις ἔσται παλαιῶν τε
ἡγεμόνων κατὰ τὴν σεβαστὴν εἰρήνην ἀνάθημα,
εἰσόμεθά τε καὶ εἰ μηδὲν ἄλλο, παῤ ἣν αἰτίαν οἵ τε
πταίσαντες ἐσφάλησαν τῶν στρατηγησάντων, οἵ τε
εὐπραγήσαντες ἐγέρθησαν εἰς δόξαν: μάλιστα δὲ
τὴν Ῥωμαίων ἀρετὴν ἐννοήσομεν, ὡς οὔτε βασιλεὺς
οὔτε πόλις οὔτε ἔθνος μεῖζον ἡγεμονίας ἐκρατύνατο
μέγεθος, ἀλλ̓ οὐδ̓ εἰς ἶσον ἤλασεν, ὥστε
τοσούτοις βεβαιώσασθαι χρόνοις ἀκίνητον δυναστείαν.