Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
κομιδῇ γὰρ ἀνοήτων ἐστὶν ἐλπίδι τοῦ τοὺς παρασπονδήσαντας
ἐκτίσειν δίκας ἀπρονοήτους ἔχειν
τοὺς περὶ σφῶν κινδύνους, ὥσπερ αὐτοὺς σώζεσθαι
μέλλοντας ἅμα τῷ τοὺς ἐχθροὺς ἀπόλλυσθαι,
ἐξὸν μετὰ τῆς τῶν ἰδίων πραγμάτων ἀσφαλείας
πεῖραν λαμβάνειν τῆς τῶν πολεμίων ἀσεβείας: οὕτως
γὰρ αὐτοί τε διὰ τὸ προμηθὲς οὐκ ἂν πταίσαιεν
ἐπιβουλευθέντες, ἀσεβήσουσί τε οἱ πολέμιοι τῷ ἐπιχειρῆσαι
καὶ δοκεῖν πεποιηκέναι ἄν, εἰ ἐδυνήθησαν.
[p. 496]