Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Τοὺς δὲ αἰχμαλώτους, ἐὰν ὁ πόλεμος ἔτι συνεστὼς
ᾖ, μὴ κτεινέτω, μάλιστα μὲν τῶν πρὸς
οὕς ἐστιν ὁ πόλεμος, κἂν δοκῇ οἱ, τοὺς συμμάχους
ἀναιρεῖν, ἥκιστα δὲ καὶ τοὺς ἐνδοξοτάτους καὶ
λαμπροὺς παρὰ τοῖς πολεμίοις, ἐνθυμούμενος τὰ
ἄδηλα τῆς τύχης καὶ τὸ παλίντροπον τοῦ δαιμονίου
φιλοῦντος ὡς τὰ πολλὰ νεμεσᾶν, ἵν̓ εἴ τινων
αὐτοὶ ἢ σωμάτων, ὧν πολὺς πόθος, ἢ φρουρίου
[p. 490]
κρατήσαιειν, ἱκανὰ ἀντικαταλλάγματα δοὺς ἔχῃ
κομίσασθαι τὰ τῶν φιλίων, ἢ τότε γε μὴ
βουλομένων ἐνδίκως εἰς ἴσον ἀμύνηται.