Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
Ὁ δὲ εἰδὼς οὕτως στρατηγεῖν εἴσεται, κἂν
ὑπὸ τῶν πολεμίων ἐν τοῖς αὐτοῖς καταστρατηγῆται,
καὶ δρᾶσαί τι φρόνιμος ἔσται καὶ φυλάξασθαι
προμηθής: ἐξ ὧν γὰρ αὐτὸς εἴσεται, τί δεῖ ποιεῖν,
ἐκ τούτων ἑτέρου ποιοῦντος γνώσεται, τί χρὴ μὴ
[p. 426]
παθεῖν: αἱ γὰρ ἴδιαι πρὸς τὸ λυπεῖν ἐμπειρίαι καὶ
τὰς τῶν πέλας ἐπινοίας τεκμαίρονται.
θ. Περὶ ἀπορρήτων