Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὅθεν τὸ μὲν εὐγενὲς ἐπὶ τούτων
προκριτέον εἰς πρόχειρον ἐν ὀξεῖ καιρῷ δοκιμασίαν,
τὸ δὲ ἐν εὐπορίᾳ, ἐπειδὴ ἀναλῶσαί
τε καὶ δοῦναι στρατιώταις οἱ ἐκ περιουσίας δυνατοί,
χορηγία δ̓ ἀπὸ τῶν ἡγουμένων ὀλίγη πρὸς
[p. 388]
τοὺς ὑποταττομένους εὐνούστερα παρασκευάζει
τὰ πλήθη: καὶ. ἀσφαλεῖς αἱ μειζόνων πίστεις
πραγμάτων τοῖς περὶ πλειόνων κινδυνεύουσιν, εἰ
μὴ πάνυ τὸ πιστόν, ὡς ἂν εἰ στρατηγοῖ τις,
ἐκ τοῦ τρόπου παρέχοιτο.