Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
καὶ γὰρ οἱ μὲν πολιορκοῦντες, ὅ
τι ἂν μέλλωσι πράττειν, ὁρῶνται τοῖς ἀπὸ τοῦ
τείχους, οἱ δὲ πολιορκούμενοι πρόβλημα τὸ τεῖχος
ἔχοντες ἀόρατοι πολλάκις ἐκχυθέντες διὰ πυλῶν
ἢ μηχανὰς ἐνέπρησαν ἢ στρατιώτας ἐφόνευσαν ἤ,
ὅ τι κατὰ χεῖράς σφισιν εἴη, τοῦτο ἐποίησαν.