Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
δεῖ δὲ τοῖς πρώτοις ἡγεμόσιν
εἰπεῖν, ἐκείνους δὲ ἀπαγγεῖλαι τοῖς μετ̓ αὐτούς,
εἶτα τούτους τοῖς κατόπιν, εἶθ̓ ἑξῆς ἄχρι τῶν
τελευταίων, τοὺς πρώτους τοῖς ὑπὸ πόδα σημαίνοντας:
οὕτως γὰρ ἐν τάχει καὶ μετὰ κόσμου
καὶ μεθ̓ ἡσυχίας εἴσονται, παραπλησίου τοῦ
παραγγέλματος τοῖς φρυκτωροῦσι γιγνομένου: