Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἄν τε γὰρ ἀμελήσαντες
τῶν ἄλλων μερῶν τοῦ τείχους ἐπὶ τὰς
προσβολὰς τῶν μηχανῶν ἀμύνωσιν, ἅπαντες οἱ
κατὰ τὰς κλίμακας μηδενὸς ἀποκωλύοντος ῥᾳδίως
ἐπιβαίνουσι τῶν τειχῶν, ἄν τε διελόντες σφᾶς
αὐτοὺς ἐπιβοηθήσωσι κατὰ μέρη, σφοδροτέρας
ἐνεργείας γιγνομένης κατὰ τὰς ἐμβολὰς τῶν
ὀργάνων οἱ καταλειφθέντες οὐδὲ μάχεσθαι τούτοις
τολμήσαντες ἀδυνατήσουσι τὸ ἐπιφερόμενον
κακὸν ἀποκρούεσθαι.